Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.8
Not analysed yet
Ὁ μὲν γὰρ πρὸ τούτου χρόνος παλαίστρα καὶ γυμνάσιον ἦν καὶ συγγνώμην εἶχε τὰ πτώματα· ἀπὸ δὲ τῆς σήμερον ἡμέρας τὸ στάδιον ἀνέῳγεν, ὁ ἀγὼν ἐφέστηκε, τὸ θέατρον ἄνω κάθηται, οὐκ ἀνθρώπων φύσις μόνον ἀλλὰ καὶ ἀγγέλων δῆμος θεωρεῖ τὰ παλαίσματα καὶ βοᾷ Παῦλος Κορινθίοις γράφων· «Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, οὐκ ἀνθρώποις δὲ μόνον ἀλλὰ καὶ ἀγγέλοις.» Ἄγγελοι τοίνυν θεωροῦσιν, ὁ τῶν ἀγγέλων δεσπότης ἀγωνοθετεῖ· τοῦτο οὐ τιμὴ μόνον ἐστὶν ἀλλὰ καὶ ἀσφάλεια. Ὅταν γὰρ ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ ἡμῶν οὗτος κρίνῃ τὰ παλαίσματα, ποίας οὐ τιμῆς τοῦτο, πόσης οὐκ ἀσφαλείας;