Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.10
Not analysed yet
Εἶδες αὐτὸν καθάπερ λέοντα μεμηνότα καὶ πανταχοῦ περιτρέχοντα; Ὅρα αὐτὸν πάλιν ἀθρόον εἰς ἡμερότητα προβάτου μεταβαλλόμενον καὶ τὸν πρὸ τούτου δεσμεύοντα καὶ εἰς φυλακὰς ἐμβάλλοντα καὶ πάντας τοὺς εἰς τὸν Χριστὸν πιστεύοντας ἐλαύνοντα καὶ διώκοντα ἐξαίφνης διὰ τὸν Χριστὸν διὰ τοῦ τείχους ἐν σπυρίδι χαλώμενον ἵνα διαφύγῃ τῶν Ἰουδαίων τὰς ἐπιβουλάς, ἄλλοτε διὰ νυκτὸς εἰς Καισάρειαν ἐκπεμπόμενον κἀκεῖθεν εἰς Ταρσὸν ἐξαποστελλόμενον ἵνα μὴ διασπασθῇ ὑπὸ τῆς τῶν Ἰουδαίων μανίας. Εἶδες, ἀγαπητέ, ὅση ἡ μεταβολή; Εἶδες ὅση ἡ μετάστασις γέγονεν; Εἶδες πῶς ἀπολαύσας τῆς ἄνωθεν φιλοτιμίας μετὰ δαψιλείας τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον λέγω, τὴν θερμότητα, τὴν πίστιν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν, τὸ φρόνημα τὸ ὑψηλόν, τὴν γνώμην τὴν ἀκατάπληκτον. Διὸ καὶ πλείονος ἠξιώθη τῆς ἄνωθεν ῥοπῆς. Ὅθεν καὶ γράφων ἔλεγε· «Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί».