Ancient Greek · ~3 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.9
Not analysed yet
Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν· «Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον ὅτι ἐπιστολὰς δεξάμενος παρ' αὐτῶν εἰς Δαμασκὸν ἐπορευόμην πρὸς τοὺς ἀρχιερεῖς ὥστε καὶ τοὺς ἐκεῖ ὄντας δεδεμένους ἀναγαγεῖν εἰς Ἱερουσαλήμ.»