Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.31
Not analysed yet
Τὰς συνθήκας τοίνυν ἃς πρὸς τὸν δεσπότην ἔθεσθε, οὐ μέλανι οὐδὲ χάρτῃ ταύτας ἐγγράψαντες ἀλλὰ τῇ πίστει καὶ τῇ ὁμολογίᾳ, βεβαίους καὶ ἀκινήτους φυλάξαντες, πάντα τὸν τῆς ζωῆς χρόνον ἐν τῇ αὐτῇ φαιδρότητι διαμένειν σπουδάζετε. Ἔξεστι γὰρ ἐὰν βουλώμεθα τὰ παρ' ἑαυτῶν εἰσφέρειν διηνεκῶς, οὐ μόνον ἐπὶ τῆς αὐτῆς λαμπρότητος μεῖναι ἀλλὰ καὶ φαιδροτέραν ἡμῶν ἐργάσασθαι τῶν ἐνδυμάτων τούτων τῶν πνευματικῶν τὴν περιβολήν, ἐπεὶ καὶ Παῦλος μετὰ τὴν τοῦ βαπτίσματος χάριν ὅσον προῄει ὁ χρόνος, τοσούτῳ μᾶλλον λαμπρότερος καὶ φαιδρότερος ἐδείκνυτο, τῆς χάριτος ἐπανθούσης αὐτῷ.