Ancient Greek · ~2 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.5
Not analysed yet
Ὁ τοιοῦτος λοιπὸν κἂν ἐν γῇ βαδίζῃ, ὡς ἐν οὐρανοῖς διατρίβων οὕτω διακείσεται, τὰ ἄνω φρονῶν, τὰ ἄνω φανταζόμενος, οὐκέτι δεδοικὼς τοῦ πονηροῦ δαίμονος τὰς ἐπιβουλάς. Ὅταν γὰρ ἴδῃ τὴν τοσαύτην μεταβολὴν ὁ διάβολος καὶ ὅτι οἱ πρότερον ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντες εἰς τοσοῦτον ὕψος ἀνηνέχθησαν καὶ τοσαύτης ἠξιώθησαν φιλανθρωπίας παρὰ τοῦ δεσπότου, κατῃσχυμμένος ἄπεισιν οὐδὲ ἀντιβλέψαι τολμῶν· οὐδὲ γὰρ φέρει τὰς μαρμαρυγὰς τὰς ἐντεῦθεν ἀπαστραπτούσας, ἀλλ' ὑπὸ τῆς αὐγῆς τοῦ φωτὸς τοῦ ἐντεῦθεν ἐκπεμπομένου ἀποτυφλωθεὶς τὰς ὄψεις ἄπεισι νῶτα δούς.