Ancient Greek · ~2 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.6
Not analysed yet
Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, οἱ εἰς τὸν οὐρανὸν σήμερον πολιτογραφηθέντες, οἱ εἰς τὴν ἑστίασιν ταύτην τὴν πνευματικὴν κληθέντες καὶ τῆς τραπέζης τῆς βασιλικῆς ἀπολαύειν μέλλοντες, ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν προθυμίαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε. Φιλάνθρωπος γὰρ ὢν ὁ δεσπότης ὁ ἡμέτερος, ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν εὐγνώμονας γενομένους καὶ πολλὴν τὴν φυλακὴν περὶ τὸ τῶν δωρεῶν μέγεθος ἐπιδειξαμένους, ἐπιδαψιλεύεται τὴν χάριν κἂν μικρόν τι εἰσενέγκωμεν μεγάλαις αὐτὸς ἡμᾶς φιλοτιμεῖται ταῖς δωρεαῖς.