Ancient Greek · ~2 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.7
Not analysed yet
Ἐπεὶ καὶ Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος πρὸ τούτου διώκων τὴν ἐκκλησίαν καὶ πανταχοῦ περιὼν καὶ σύρων ἄνδρας καὶ γυναῖκας καὶ πάντα συγχέων καὶ ταράσσων καὶ πολλὴν τὴν μανίαν ἐπιδεικνύμενος, ἐπειδὴ φιλανθρωπίας ἀπέλαυσε παρὰ τοῦ δεσπότου καὶ καταυγασθεὶς τῷ φωτὶ τῷ νοητῷ ἀπέθετο τὸ σκότος τῆς πλάνης καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθη καὶ διὰ τοῦ βαπτίσματος ἀπελούσατο τὰ προλαβόντα ἅπαντα ἁμαρτήματα, ἀθρόον οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος, ὁ πρὸ τούτου ὑπὲρ Ἰουδαίων ἅπαντα πράττων καὶ πορθῶν τὴν ἐκκλησίαν, εὐθέως συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, κηρύσσων ὅτι ὁ ἐσταυρωμένος αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.