Ancient Greek · ~2 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.8
Not analysed yet
Εἶδες εὐγνωμοσύνην; Εἶδες δι' αὐτῶν τῶν πραγμάτων ἡμῖν δεικνύντα ὅτι καὶ τὰ πρότερα ἐξ ἀγνοίας ἔπραττεν; Εἶδες πῶς δι' αὐτῆς τῆς πείρας τῶν πραγμάτων ἅπαντας ἡμᾶς ἐδίδαξεν ὅτι δικαίως ἠξιώθη τῆς ἄνωθεν φιλανθρωπίας καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν ἐχειραγωγήθη. Ὁ γὰρ ἀγαθὸς Θεός, ἐπειδὰν ἴδῃ τὴν ψυχὴν εὐγνώμονα μέν, δι' ἄγνοιαν δὲ πλανωμένην, οὐ περιορᾷ οὐδὲ ἀφίησιν ἐπὶ πολὺ ἀπρονόητον ἀλλὰ τὰ παρ' ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται καὶ οὐδὲν παραλιμπάνει τῶν εἰς τὴν ἡμετέραν σωτηρίαν συντεινόντων, μόνον ἐὰν ἡμεῖς ἑαυτοὺς ἀξίους κατασκευάσωμεν τοῦ μετὰ δαψιλείας τὴν ἄνωθεν ἐπισπάσασθαι χάριν, καθάπερ καὶ ὁ μακάριος οὗτος·