Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.10
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι οὕτως ἔχει, ὅρα μοι αὐτὸν τὰ αὐτὰ ὑπομένοντα τῷ δαιμονῶντι ἢ καὶ χαλεπώτερα. Ὥσπερ γὰρ ὁ δαιμονῶν ἀφρὸν ἐκ τοῦ στόματος ἀφίησι καὶ καταπίπτει καὶ ἀκίνητος μένει πολλάκις ἐπὶ τοῦ ἐδάφους, οὐδὲ τοὺς παρόντας ἐπιγινώσκων ἀλλὰ διαστρέφων τῶν ὀφθαλμῶν τὰς κόρας, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μεθύων, ἐπειδὰν ἡ τοῦ οἴνου ἀμετρία ἐπεισελθοῦσα διαφθείρῃ τὸ κριτήριον τῶν λογισμῶν, ὁμοίως ἐκείνῳ οὐ μόνον ἀφρὸν ἐκ τοῦ στόματος προΐεται οὐδὲ τῶν νεκρῶν χεῖρον ἐρριμμένος κεῖται, ἀλλὰ καὶ χυμὸν πολλάκις σεσηπότα ἐκ τοῦ στόματος προΐησι. Καὶ ἐντεῦθεν λοιπὸν γίνεται καὶ φίλοις ἀηδὴς καὶ γυναικὶ ἐπαχθὴς καὶ παισὶ καταγέλαστος καὶ οἰκέταις εὐκαταφρόνητος καὶ πᾶσιν ἁπλῶς τοῖς ὁρῶσιν ἀσχημοσύνης ὑπόθεσις πρόκειται καὶ γέλωτος.