Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.11
Not analysed yet
Εἶδες πῶς καὶ τῶν δαιμονώντων ἀθλιώτερον οἱ τοιοῦτοι διάκεινται; Βούλει μαθεῖν μετὰ τούτων ἁπάντων καὶ τὸ κεφάλαιον τῶν κακῶν; Τοσαῦτα γὰρ εἰρηκὼς οὐδέπω τὸν κολοφῶνα ἐπήγαγον· ὁ μεθύων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀλλότριος γίνεται. Καὶ ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε ἀρρενοκοῖται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσιν.» Ἀλλ' ἴσως εἴποι τις ἄν· Τί οὖν; Καὶ ὁ εἰδωλολάτρης καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος ὁμοίως τῆς βασιλείας ἐκτὸς γίνονται; —Μὴ παρ' ἐμοῦ ταῦτα θέλε μανθάνειν, ἀγαπητέ. Ἐγὼ γὰρ θεῖον ἀνέγνων νόμον οὕτως ἔχοντα· μὴ τοίνυν ταῦτα περιεργάζου εἰ τὴν αὐτὴν τιμωρίαν ἐκείνοις δίδωσιν ὁ μεθύων ἀλλ' ἐκεῖνο σκόπει ὅτι ὁμοίως τῆς βασιλείας τὴν στέρησιν ὑπομένει· ὁ δὲ ταύτης ἐκτὸς γεγονώς, ποίαν ἕξει λοιπὸν παραμυθίαν;