Ancient Greek · ~3 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.9
Not analysed yet
Ὁ γὰρ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἀλλ' ὥσπερ οἰκία πάντοθεν ἀνεῳγμένη καὶ πᾶσιν εὐεπίβατος τοῖς ἐπιβουλεύουσι τυγχάνουσα, οὕτως ἐστὶν ἡ τοῦ τοιούτου διάνοια ἀναπεπταμένη καὶ ὑπὸ τῶν ὀλεθρίων παθῶν σπαραττομένη. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προδοσία λογισμῶν καὶ συμφορὰ καταγελωμένη καὶ νόσημα χλευαζόμενον. Μέθη αὐθαίρετός ἐστι δαίμων, μέθη σκότωσις λογισμῶν, μέθη συνέσεως ἐρημία, μέθη τῶν ἐκ σαρκὸς παθῶν ὑπέκκαυμα. Τὸν γὰρ ὑπὸ δαίμονος ἐνοχλούμενον πολλάκις καὶ ἐλεοῦμεν· τούτῳ δὲ καὶ ἀγανακτοῦμεν καὶ ὀργιζόμεθα. Τίνος ἕνεκεν; Ὅτι ἐκεῖνο μὲν ἐπήρεια τοῦ δαίμονός ἐστι, τοῦτο δὲ ῥᾳθυμίας καὶ πολλῆς ἀκρασίας δεῖγμα, καὶ ἐκεῖνο μὲν ἐπιβουλὴ τοῦ διαβόλου, τοῦτο δὲ ἐπιβουλὴ τῶν οἰκείων λογισμῶν.