Ancient Greek · ~4 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.3
Not analysed yet
Ὅπερ γὰρ πολλάκις εἶπον τοῦτο καὶ νῦν ἐρῶ· ὥσπερ ἡ χρεία καὶ ἡ συμμετρία τῆς μεταλήψεως καὶ τῇ τοῦ σώματος ὑγιείᾳ καὶ τῇ τῆς ψυχῆς καταστάσει πολλὴν παρέχει τὴν ὠφέλειαν, οὕτω πάλιν ἡ ἀμετρία ἑκατέρωθεν διαφθείρει τὸν ἄνθρωπον. Ἡ γὰρ ἀδηφαγία καὶ ἡ μέθη τοῦ σώματος ἐκλύει τὸν τόνον καὶ τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν. Διὸ φεύγωμεν τὴν ἀμετρίαν καὶ μὴ ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διακεώμεθα· ἀλλ' εἰδότες ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἐκτέμωμεν αὐτὴν μετὰ ἀκριβείας. Καθάπερ γὰρ ἀπὸ πηγῆς τινος, οὕτως ἀπὸ τῆς τρυφῆς καὶ τῆς μέθης ἅπαντα βλαστάνει τὰ τῶν ἁμαρτημάτων εἴδη, καὶ ὅπερ ἐστὶν ἡ καυστικὴ ὕλη τῷ πυρί, τοῦτο ἡ τρυφὴ καὶ ἡ μέθη πρὸς τὸν τῶν ἁμαρτημάτων ὄλισθον· καὶ ὥσπερ ἐκεῖ πλείονα τὴν πυρὰν ἀνάπτει καὶ τὴν φλόγα εἰς ὕψος ἐγείρει ἡ τῆς ὕλης ἀφθονία, οὕτω καὶ ἐνταῦθα τὴν πυρὰν τῶν ἁμαρτημάτων αὔξεσθαι παρασκευάζει τὸ πρὸς τὴν τρυφὴν καὶ τὴν μέθην ἑαυτοὺς ἐκδιδόναι.