Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.22
Not analysed yet
Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τοιοῦτόν τι ὑποστῆναί ποτε, ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον πάντας εἰς τοσαύτην ἐπιδοῦναι τὴν ἀρετὴν ὡς δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ δεσπότου φιλοτιμίας. Μὴ γὰρ τὰ τυχόντα ἐστίν, ἀγαπητέ, ὧν ἠξιώθημεν· πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, νικᾷ τὸν λογισμὸν τὸν ἡμέτερον τῶν δεδωρημένων τὸ μέγεθος. Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν ἐνεπιστεύθης καὶ οἷον ἀξίωμα ἔλαβες παρὰ τοῦ τῶν ὅλων βασιλέως. Ὁ πρότερον γὰρ δοῦλος, ὁ αἰχμάλωτος, ὁ προσκεκρουκώς, εἰς υἱοθεσίαν ἀθρόον ἀνηνέχθης. Οὐκοῦν μὴ ῥᾳθυμήσῃς μηδὲ συγχωρήσῃς ἀφαιρεθῆναί σου τοῦτο τὸ ἀξίωμα μηδὲ ἔρημόν σε γενέσθαι τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ. Ἐὰν γὰρ σὺ μὴ βουληθῇς, οὐδείς ποτε ἀφελέσθαι δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ σοι δεδωρημένα.