Ancient Greek · ~3 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.4
Not analysed yet
Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες οὐκ ἀνέξεσθε μετὰ τὴν ἡμετέραν παραίνεσιν τῆς χρείας ὑπερβῆναι τοὺς ὅρους. Ἐγὼ δὲ νῦν εὐκαίρως παραινῶ οὐ ταύτην μόνον τὴν μέθην ἐκτρέπεσθαι ἀλλὰ καὶ τὴν ἄνευ οἴνου ἐγγινομένην. Καὶ γὰρ αὕτη πάλιν χαλεπωτέρα τυγχάνει. Καὶ μὴ ξενιζέτω ὑμᾶς τὸ λεγόμενον· ἔστι γὰρ καὶ ἄνευ οἴνου μεθύειν. Καὶ ὅτι μεθύειν ἄνευ οἴνου ἔστιν, ἄκουε τοῦ προφήτου λέγοντος· «Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου.» Ποία τοίνυν ἐστὶ μέθη οὐκ ἀπὸ οἴνου; Πολλὴ καὶ διάφορος· καὶ γὰρ ὀργὴ ποιεῖ μέθην καὶ κενοδοξία καὶ ἀπόνοια καὶ ἕκαστον τῶν ὀλεθρίων παθῶν τῶν ἐν ἡμῖν τικτομένων, ὥσπερ μέθην τινὰ καὶ κόρον ἐν ἡμῖν ἐργάζεται καὶ σκοτοῖ τὸν λογισμὸν τὸν ἡμέτερον. Οὐδὲν γάρ ἐστι μέθη ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν καὶ παρατροπὴ λογισμῶν καὶ ἔκπτωσις συνέσεως.