Ancient Greek · ~2 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.5
Not analysed yet
Τί τοίνυν, εἰπέ μοι, ἔλαττον διάκεινται τῶν ἀπὸ οἴνου μεθυόντων οἱ ὀργιζόμενοι καὶ τῷ θυμῷ μεθύοντες καὶ τοσαύτην ἐπιδεικνύμενοι τὴν ἀμετρίαν ὡς κατὰ πάντων ὁμοίως χωρεῖν καὶ μήτε ῥημάτων φείδεσθαι μήτε προσώπων εἰδέναι διαφοράν. Καθάπερ γὰρ οἱ μαινόμενοι καὶ ἐξεστηκότες κατὰ κρημνῶν ἑαυτοὺς ῥιπτοῦντες οὐκ αἰσθάνονται, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ ὀργιζόμενοι καὶ ὑπὸ τοῦ θυμοῦ πολιορκούμενοι. Διὸ καὶ σοφός τις παραστῆσαι βουλόμενος τῆς τοιαύτης μέθης τὸν ὄλεθρόν φησιν· «Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.» Εἶδες πῶς ἐν βραχεῖ ῥήματι τὴν ὑπερβολὴν τοῦ ὀλεθρίου τούτου πάθους ἡμῖν ᾐνίξατο;