Ancient Greek · ~2 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.6
Not analysed yet
Καὶ ἡ κενοδοξία δὲ πάλιν καὶ ἡ ἀπόνοια ἑτέρα μέθη, μᾶλλον δὲ μέθης χαλεπωτέρα. Ὁ γὰρ τούτοις ἁλοῦς τοῖς πάθεσι καὶ αὐτῶν τῶν αἰσθητηρίων ὡς εἰπεῖν τὸ κριτήριον ἀπόλλυσι καὶ οὐδὲν ἔλαττον πάλιν τῶν μαινομένων διάκειται. Καὶ γὰρ καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν τούτων σπαραττόμενος οὐκ αἰσθάνεται μέχρις ἂν εἰς αὐτὸν τὸν βυθὸν τῆς κακίας κατενεχθείς, ἀνιάτοις ἑαυτὸν περιβάλῃ κακοῖς. Φύγωμεν τοίνυν, παρακαλῶ, καὶ τὴν ἀπὸ τοῦ οἴνου μέθην καὶ τὴν ἀπὸ τῶν παθῶν τῶν ἀτόπων ἐγγινομένην ἡμῖν σκότωσιν τῶν λογισμῶν καὶ ἀκούωμεν τοῦ κοινοῦ διδασκάλου τῆς οἰκουμένης λέγοντος· «Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία.»