Ancient Greek · ~2 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.7
Not analysed yet
Εἶδες πῶς δῆλον ἡμῖν ἐποίησε διὰ τοῦ ῥήματος τούτου ὅτι ἔστι καὶ ἑτέρως μεθύειν; Εἰ γὰρ μὴ ἦν καὶ ἑτέρα μέθη, τίνος ἕνεκεν εἰπών· μὴ μεθύσκεσθε, προσέθηκεν· οἴνῳ; Καὶ ὅρα αὐτοῦ τῆς σοφίας τὴν ὑπερβολὴν καὶ τῆς διδασκαλίας τὴν ἀκρίβειαν διὰ τῆς ἐπαγωγῆς· εἰπὼν γάρ· μὴ μεθύσκεσθε οἴνῳ, ἐπήγαγεν· ἐν ᾧ ἐστιν ἀσωτία, μονονουχὶ δεικνὺς ἡμῖν ὅτι ἡ τούτου ἀμετρία πάντων ἡμῖν αἰτία γίνεται τῶν κακῶν. «Ἐν ᾧ ἐστί, φησίν, ἀσωτία» τουτέστι δι' οὗ τὸν πλοῦτον τῆς ἀρετῆς ἀπόλλυμεν.