Ancient Greek · ~4 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.8
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι τοῦτο αἰνίττεται, ἐξ αὐτῆς τῆς λέξεως πειράσομαι ὑμῖν τοῦτο ποιῆσαι φανερόν. Ἀσώτους γὰρ ἐκείνους καλεῖν εἰώθαμεν τῶν νέων οὓς ἐὰν ἴδωμεν τὴν πατρῴαν οὐσίαν ἁπλῶς καὶ εἰκῇ καταδαπανῶντας καὶ εἰς οὐδὲν δέον, καὶ οὔτε καιρὸν εἰδότας ἐξόδου οὔτε δαπάνης μέτρον, ἀλλ' ἐν βραχεῖ χρόνῳ πάντα τὸν πατρικὸν πλοῦτον καταναλίσκοντας καὶ εἰς ἐσχάτην πενίαν καταφερομένους. Τοιοῦτοί εἰσι καὶ οἱ ὑπὸ τῆς μέθης τοῦ οἴνου ἁλισκόμενοι· οὐδὲ γὰρ ἴσασι λοιπὸν δεόντως διανέμειν τῆς διανοίας τὸν πλοῦτον, ἀλλὰ καθάπερ οἱ ἄσωτοι τῶν νέων οὕτω καὶ οὗτοι ὑπὸ τῆς μέθης καταβαπτιζόμενοι κἂν ῥήματα προέσθαι δέῃ, κἂν ἀπρεπῆ τινα φθέγξασθαι καὶ ὄλεθρον πολὺν φέροντα, πάντα ἀδεῶς καὶ λέγουσι καὶ πράττουσι καὶ χεῖρον τῶν ἀσώτων ἐκείνων τὴν τῶν χρημάτων οὐσίαν καταναλισκόντων εἰς τὴν ἐσχάτην πενίαν τῆς ἀρετῆς ἑαυτοὺς ἐμβάλλουσι, καὶ τὰ ἀπόρρητα τῆς διανοίας πολλάκις ἐκφέροντες οὐκ αἰσθάνονται, καὶ πᾶσαν αὐτῶν τῆς διανοίας τὴν ὕπαρξιν καταναλώσαντες ἔρημοι καὶ γυμνοὶ πάσης εὐλαβείας καὶ συνέσεως ἀθρόον γίνονται.