Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.13
Not analysed yet
Κἂν ἁπλῶς ἐπὶ τῆς ἀγορᾶς παραγενέσθαι βούλῃ, μνημόνευε τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης· «Εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε»· μὴ εἰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας τὸν καιρὸν ἀνάλισκε, ἀλλὰ πρὸς τὸν τοῦ Θεοῦ οἶκον τὸν δρόμον ποιοῦ ἵν' ὁμοῦ τὸ σῶμα καὶ ἡ ψυχὴ μεγίστην δέξηται τὴν ὠφέλειαν. Κἂν διαλεγώμεθα πρός τινας, μετ' ἐπιεικείας καὶ πολλῆς τῆς πραότητος τοῦτο ποιῶμεν καὶ μὴ ἀνεχώμεθα βιωτικὰς καὶ οὐδὲν ὄφελος ἐχούσας διαλέξεις ἀποτείνειν, ἀλλὰ τοιαῦτα διαλέγεσθαι ἃ καὶ τοῖς ἀκούουσι πολλὴν παρέξει τὴν ὠφέλειαν καὶ ἡμᾶς πάσης μέμψεως ἐλευθερώσει.