Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.14
Not analysed yet
Ταῦτα οὐχ ἁπλῶς ἐκίνησα νῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ' ἵνα μάθητε ὅσης ἡμῖν ἀσφαλείας δεῖ εἰ βουλόμεθά τινα ποιεῖσθαι φροντίδα τῆς σωτηρίας τῆς ἡμετέρας καὶ ὅσης εἰσὶ καταγνώσεως ἄξιοι οἱ τῆς ἐνταῦθα συνελεύσεως καὶ τῆς πνευματικῆς ταύτης διδασκαλίας προτιμῶντες τὰς ἔξω διατριβὰς καὶ τὰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ σατανικὰ καὶ ὀλέθρια θέατρα καὶ οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούοντες λέγοντος· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.»