Ancient Greek · ~2 min
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.15
Not analysed yet
Ποία γὰρ τοῖς τοιούτοις λείπεται συγγνώμη, τίς δὲ ἀπολογία ὅταν ὁ χριστιανὸς καὶ τῆς ἐντεῦθεν μετέχων διδασκαλίας καὶ τῶν φρικτῶν καὶ ἀπορρήτων μυστηρίων ἀπολαύων μεταξὺ τοῦ Ἰουδαίου καὶ τοῦ Ἕλληνος ἀναστρέφηται κἀκείνοις χαίρῃ οἷς καὶ ἐκεῖνοι ἥδονται; Πότε δυνησόμεθα λοιπόν, εἰπέ μοι, τὸν πλανώμενον εἰς τὴν ἀλήθειαν χειραγωγῆσαι καὶ εἰς τὴν εὐσέβειαν ἐπισπάσασθαι τοσαύτῃ ῥαθυμίᾳ κεχρημένον; Πῶς δὲ οὐχ ἁρμόσει καὶ ἡμῖν εἰπεῖν πρὸς τοὺς τοιούτους ὅπερ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἐν Κορίνθῳ εἰς τοὺς ναοὺς τοὺς εἰδωλικοὺς εἰσιόντας μετὰ τὸ δέξασθαι τὸν τῆς εὐσεβείας λόγον; «Ἐάν τις ἴδῃ σέ, φησί, τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλίῳ κατακείμενον.»