Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.21
Not analysed yet
Βούλομαι δὲ λοιπὸν πρὸς τοὺς νεοφωτίστους τρέψαι τὸν λόγον· νεοφωτίστους δὲ λέγω οὐ τοὺς πρόσφατον ἀξιωθέντας τῆς δωρεᾶς τῆς πνευματικῆς ἀλλὰ τοὺς πρὸ ἐνιαυτοῦ καὶ πρὸ πλείονος χρόνου. Εἰ γὰρ βούλοιντο, δυνήσονται καὶ οὗτοι διηνεκῶς ταύτης ἀπολαύειν τῆς προσηγορίας. Ἡ γὰρ νεότης αὕτη γῆρας οὐκ ἐπίσταται, νόσῳ οὐχ ὑπόκειται, ἀθυμίᾳ οὐχ ἁλίσκεται, χρόνῳ οὐκ ἀμαυροῦται, οὐδενὶ εἴκει, οὐχ ὑπ' οὐδενὸς ἡττᾶται, εἰ μὴ ὑπὸ ἁμαρτίας μόνης. Τὸ γὰρ βαρὺ ταύτης γῆρας ἡ ἁμαρτία.