Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.22
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι πάντων αὕτη βαρυτέρα, ἄκουε τοῦ προφήτου λέγοντος· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.» Οὐ μόνον δὲ βαρεῖα τυγχάνει, ἀλλὰ καὶ δυσώδης. Ἐπήγαγε γάρ· «Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.» Εἶδες οὐ μόνον βαρεῖαν ἀλλὰ καὶ δυσώδη τὴν ἁμαρτίαν; Μάνθανε καὶ πόθεν αὕτη τίκτεται διὰ τῶν ἐπαγομένων· «Ἀπὸ προσώπου γάρ, φησί, τῆς ἀφροσύνης μου.» Ἄρα ἀφροσύνη πάντων αἰτία ἡμῖν τῶν κακῶν. Ἔστιν οὖν καὶ γέροντα ὄντα κατὰ τὴν τοῦ σώματος ἡλικίαν νέον εἶναι καὶ νεοφώτιστον κατὰ τὴν τῆς χάριτος ἀκμήν, καὶ νέον ὄντα κατὰ τὸ σῶμα γεγηρακέναι κατὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος. Ἔνθα γὰρ ἂν αὕτη εἴσοδον λάβῃ, πολὺν τὸν σπῖλον, πολλὴν τὴν ῥυτίδα ἐργάζεται.