Ancient Greek · ~2 min
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.7
Not analysed yet
Ὥσπερ γὰρ ὁ τὴν ἀρετὴν μετιὼν οὐ μόνον ὑπὲρ τῶν οἰκείων πόνων ἀναμένει τὰς ἀμοιβὰς ἀλλὰ καὶ τῆς ἑτέρων ὠφελείας καρποῦται τὸν μισθόν, πολλοὺς εἰς ζῆλον καὶ μίμησιν ἄγων τῆς οἰκείας ἀρετῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τὴν κακίαν μετιόντες μείζους ὑπέχουσι τὰς εὐθύνας τῷ καὶ ἑτέροις ῥᾳθυμίας ὑπόθεσις γίνεσθαι. Τί οὖν λοιπὸν τοῖς νέοις ἐγκαλέσομεν, τῶν γεγηρακότων εἰς τοσαύτην ῥᾳθυμίαν ἀποκλινάντων καὶ μηδὲ τῆς παραινέσεως τῆς ἀποστολικῆς ἀκουόντων τῆς λεγούσης· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.»