Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.10
Not analysed yet
Καθάπερ γὰρ πηγὰς πνευματικὰς δαψιλῆ τὰ νάματα προχέειν δυναμένας, οὕτω τὰς τῶν ἁγίων μαρτύρων θήκας ὁ δεσπότης ἡμῖν κεχάρισται. Καὶ ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων πᾶσιν ἀδεῶς πρόκεινται τοῖς ἀρύεσθαι βουλομένοις τὰ ἐκεῖθεν νάματα καὶ ὅσον ἂν ὑποδέξασθαι δύνηται τοῦ ἀγγείου τὸ μέγεθος, τοσοῦτον λαβὼν ἄπεισιν ὁ βουλόμενος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν πηγῶν τούτων τῶν πνευματικῶν ἔστιν ἰδεῖν. Καὶ αὖται γὰρ αἱ πηγαὶ πᾶσίν εἰσιν ἀνειμέναι καὶ οὐδεμία ἐστὶν ἐνταῦθα προσώπων διαφορά, ἀλλὰ κἂν πλούσιος ᾖ τις κἂν πένης, κἂν δοῦλος κἂν ἐλεύθερος, κἂν ἀνὴρ κἂν γυνή, τοσοῦτον μέτρον ὑποδέχεται ἐκ τῶν θείων τούτων ναμάτων ὅσον ἐὰν μέγεθος προθυμίας εἰσενεγκεῖν σπουδάσῃ.