Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.11
Not analysed yet
Ὅπερ γάρ ἐστιν ἐκεῖ τὰ ἀγγεῖα πρὸς τὴν τῶν ὑδάτων ὑποδοχήν, τοῦτο ἐνταῦθα ἡ διάνοια καὶ ἡ ζέουσα προθυμία καὶ ἡ μετὰ νήψεως πρόσοδος. Ὁ γὰρ οὕτω προσιὼν εὐθέως τὰ μυρία κομίζεται ἀγαθά, τῆς τοῦ Θεοῦ χάριτος ἀοράτως αὐτοῦ κουφιζούσης τὸ συνειδὸς καὶ πολλὴν τὴν πληροφορίαν παρεχομένης καὶ παρασκευαζούσης λοιπὸν τῆς γῆς ἀπαλλάττεσθαι καὶ πρὸς τὸν οὐρανὸν μεθορμίζεσθαι. Δυνατὸν γὰρ καὶ σώματι περιπεπλεγμένον μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς ἅπαντα φαντάζεσθαι καὶ τὰ ἐκεῖ περισκοπεῖν διηνεκῶς.