Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.9
Not analysed yet
Πολλοὶ δὲ καὶ περιστάσεσι πραγμάτων περιπεπτωκότες καὶ κινδύνους ἀφορήτους αὐτοῖς ὁρῶντες ἐπικρεμαμένους, ἐνταῦθα ἀφικόμενοι καὶ τὴν προσευχὴν ἐκτενῆ ποιησάμενοι, πάντων ἐκείνων τῶν δεινῶν τὴν πεῖραν διέφυγον. Καὶ τί λέγω σωματικὰ νοσήματα καὶ πραγμάτων περιστάσεις; Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχικῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν.