Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.12
Not analysed yet
Διὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν ἀνθρώποις σαρκὶ συμπεπλεγμένοις καὶ ἐν τῷ μέσῳ στρεφομένοις καὶ γυναικὸς καὶ παίδων φροντίζουσιν· «Τὰ ἄνω φρονεῖτε.» Εἶτα ἵνα μάθωμεν τί βούλεται αὐτῷ ἡ παραίνεσις αὕτη καὶ τί ἐστι τὰ ἄνω φρονεῖν ἐπήγαγεν· «Οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ἐκεῖνα, φησί, βούλομαι ὑμᾶς φρονεῖν τὰ δυνάμενα ὑμῶν ἐκεῖ μεταστῆσαι τὸν λογισμόν, τὰ ἀφιστῶντα ὑμᾶς τῶν ἐν τῇ γῇ πραγμάτων. «Καὶ γὰρ τὸ πολίτευμα ὑμῶν ἐν οὐρανῷ ὑπάρχει.» Ἔνθα οὖν ἀπεγράφητε, φησίν, ἐκεῖ τὸν νοῦν ὑμῶν ἅπαντα μεταγαγεῖν σπουδάσατε κἀκεῖνα βουλεύεσθε καὶ πράττειν ἃ τῆς ἐκεῖ πολιτείας ὑμᾶς ἀξίους ἀποφῆναι δυνήσεται.