Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.13
Not analysed yet
Καὶ ἵνα μὴ νομίσωμεν αὐτὸν ἀδύνατά τινα ἐπιτάττειν καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἡμετέραν, πάλιν δευτεροῖ τὴν παραίνεσιν καί φησι· «Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Τί ἐστιν ὃ βούλεται ἡμᾶς παιδεῦσαι; Μὴ ταῦτα, φησί, φρονεῖτε τὰ τῆς γῆς ἄξια. Τίνα δέ ἐστι τὰ τῆς γῆς ἄξια; Τὰ μηδὲν ἔχοντα μόνιμον, τὰ πρὶν ἢ φανῆναι ἀφιπτάμενα, τὰ μηδὲν ἔχοντα βέβαιον μηδὲ ἀκίνητον, τὰ τῷ παρόντι βίῳ συγκαταλυόμενα, τὰ πρὶν ἢ ἀνθῆσαι μαραινόμενα, τὰ φθορᾷ ὑποκείμενα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα κἂν πλοῦτον εἴπῃς κἂν δυναστείαν κἂν δόξαν κἂν σώματος ὥραν κἂν ἅπασαν τοῦ βίου τὴν εὐημερίαν.