Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.14
Not analysed yet
Διὰ τοῦτο καὶ λέξει τοιαύτῃ ἐχρήσατο εἰπών· «Μὴ τὰ ἐπὶ τῆς γῆς», τῷ ὀνόματι τῆς γῆς τὴν πολλὴν αὐτῶν εὐτέλειαν ἐνδείξασθαι βουλόμενος. Μὴ τοίνυν ταῦτα φρονεῖτε, φησίν, ἀλλὰ τὰ ἄνω· ἀντὶ τῶν ἐπὶ τῆς γῆς, τῶν εὐτελῶν τούτων καὶ παρατρεχόντων, τὰ ἄνω φρονεῖτε, φησί, τὰ ἐν τοῖς οὐρανοῖς, τὰ ἀκίνητα, τὰ τῷ διηνεκεῖ αἰῶνι συμπαρεκτεινόμενα, τὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ὁρώμενα, τὰ τέλος οὐκ ἐπιστάμενα, τὰ διαδοχὴν οὐκ εἰδότα, τὰ πέρας οὐκ ἔχοντα. Περὶ ἐκεῖνα βούλομαι διηνεκῶς ὑμῶν στρέφεσθαι τὸν λογισμόν. Ἡ γὰρ ἐν τούτοις μελέτη τῆς γῆς ἀπαλλάττει καὶ πρὸς τὸν οὐρανὸν μεθίστησι.