Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.15
Not analysed yet
Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ.» Ἡ γὰρ ψυχὴ ἐπειδὰν τὴν ἔννοιαν δέξηται τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν, καθάπερ ἀπολυθεῖσα τῶν συνδέσμων τοῦ σώματος, μετάρσιος ὡς εἰπεῖν γίνεται καὶ καθ' ἑκάστην ἡμέραν ἐκείνων τὴν ἀπόλαυσιν φανταζομένη, οὐδὲ ἔννοιαν λαβεῖν δύναται τῶν ἐν τῇ γῇ πραγμάτων ἀλλὰ πάντα καθάπερ ὄναρ καὶ σκιὰν παρατρέχει, ἐκεῖ τεταμένον ἔχουσα διηνεκῶς τὸν λογισμὸν κἀκεῖνα μονονουχὶ ὁρᾶν νομίζουσα τοῖς τῆς πίστεως ὀφθαλμοῖς καὶ ἐφ' ἑκάστης πρὸς τὴν ἐκείνων ἀπόλαυσιν ἐπειγομένη.