Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.16
Not analysed yet
Ἀκούσωμεν τοίνυν τῆς παραινέσεως τοῦ μακαρίου τούτου τοῦ θαυμαστοῦ τῆς οἰκουμένης διδασκάλου, τοῦ καλοῦ παιδοτρίβου, τοῦ γεωργοῦ τῶν ἡμετέρων ψυχῶν, κἀκεῖνα φρονῶμεν ἅπερ αὐτὸς συνεβούλευσεν· οὕτω γὰρ δυνησόμεθα καὶ τῶν παρόντων ἀπολαύειν καὶ τῶν μελλόντων ἐπιτυχεῖν. Ἐὰν γὰρ ἐκεῖνα ζητῶμεν προηγουμένως, καὶ ταῦτα ἐν προσθήκης ἕξομεν μέρει· «Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Μὴ τοίνυν ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο ἡμῖν παρέξειν, ταῦτα προηγουμένως ζητῶμεν ἵνα μὴ ἐναντία τῇ δεσποτικῇ παραινέσει διαπραττόμενοι, ἑκατέρων ἐκπέσωμεν. Μὴ γὰρ ἀναμένει τὴν παρ' ἡμῶν ὑπόμνησιν ὁ δεσπότης καὶ τότε ἡμῖν τὰς παρ' ἑαυτοῦ παρέχει δωρεάς; Οἶδεν ὧν χρείαν ἔχομεν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι αὐτόν. Ἂν τοίνυν ἴδῃ περὶ ἐκεῖνα τὴν σπουδὴν ἡμᾶς ἔχοντας, κἀκείνων ἡμῖν τὴν ἀπόλαυσιν χαριεῖται καὶ ταῦτα μετὰ δαψιλείας παρέξει ἅπερ ἐν προσθήκης μέρει φιλοτιμεῖσθαι ὑπέσχετο. Ζητῶμεν οὖν, παρακαλῶ, τὰ πνευματικὰ προηγουμένως καὶ τὰ ἄνω φρονῶμεν, μὴ τὰ ἐπὶ τῆς γῆς, ἵνα κἀκείνων ἐπιτύχωμεν καὶ τούτων ἀπολαύσωμεν.