Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.4
Not analysed yet
Εἰδότες τοίνυν τῆς παρρησίας αὐτῶν τὸ μέγεθος, πρὸς αὐτοὺς ἀεὶ καταφεύγωμεν καὶ τὴν παρ' αὐτῶν συμμαχίαν λαμβάνωμεν. Εἰ γὰρ ἄνθρωποι πρὸς τὸν ἐπὶ γῆς βασιλέα παρρησίαν ἔχοντες πολλὰ καὶ μεγάλα δύνανται τοὺς ἐπ' αὐτοὺς καταφεύγοντας ὠφελεῖν, πολλῷ μᾶλλον οὗτοι οἱ ἅγιοι οἱ πρὸς τὸν τῶν οὐρανῶν βασιλέα τὴν παρρησίαν κτησάμενοι διὰ τῶν οἰκείων παθημάτων τὰ μέγιστα ἡμᾶς ὀνήσουσι, μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν· τότε γὰρ μάλιστα καὶ ἡ παρ' αὐτῶν προστασία ὠφελῆσαι ἡμᾶς δυνήσεται, ἐὰν μὴ ῥᾳθυμῶμεν ἀλλὰ καὶ αὐτοὶ σπουδάζωμεν τῇ προσεδρείᾳ καὶ τῇ περὶ τὸν βίον ἐπιμελείᾳ τὴν φιλανθρωπίαν ἐφ' ἑαυτοῖς ἐπισπάσασθαι τοῦ δεσπότου.