Ancient Greek · ~1 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.5
Not analysed yet
Ὡς πρὸς ἰατροὺς τοίνυν πνευματικοὺς ἐπὶ τούτους συνεχῶς καταφεύγωμεν. Διὰ γὰρ τοῦτο τὰ σώματα αὐτῶν κατέλιπεν ἡμῖν ὁ ἀγαθὸς δεσπότης, ἵν' ἐνταῦθα παραγενόμενοι καὶ τῇ τῆς ψυχῆς διαθέσει ταῦτα περιπτυσσόμενοι μεγίστην ἐντεῦθεν λαμβάνωμεν τὴν ἰατρείαν καὶ τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἀρρωστημάτων. Ἐὰν γὰρ μετὰ πίστεως παραγενώμεθα, κἂν ψυχικὸν ἔχωμεν πάθος κἂν σωματικόν, κατάλληλον τὴν θεραπείαν δεξάμενοι οὕτως ἐπαναστρέψομεν.