Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.6
Not analysed yet
Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι. Ἐνταῦθα δὲ οὐδενὸς ἡμῖν τούτων δεῖ, οὐχ ὁδοιπορίας μακρᾶς, οὐ καμάτου, οὐ πολλῆς περιόδου, οὐ δαπάνης χρημάτων, ἀλλ' ἀρκεῖ πίστιν εἰσενεγκόντα γνησίαν καὶ δάκρυα θερμὰ προχέαντα μετὰ νηφούσης ψυχῆς παραχρῆμα καὶ τῇ ψυχῇ τὴν ἰατρείαν εὑρεῖν καὶ τοῦ σώματος τὴν θεραπείαν κομίσασθαι.