Ancient Greek · ~3 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.7
Not analysed yet
Εἶδες ἰατρῶν δύναμιν; εἶδες φιλοτιμίαν; εἶδες τέχνην οὐ νικωμένην ὑπὸ νοσημάτων; Καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθῶν πολλάκις ἐνίκησε τοῦ ἰατροῦ τὴν τέχνην ἡ δυσκολία τῆς νόσου. Ἐνταῦθα δὲ οὐδὲν ἔστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλ' ἐὰν μετὰ πίστεως τὴν πρόσοδον ποιώμεθα, παραχρῆμα τὴν ὠφέλειαν καρπούμεθα. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ· ὁ γὰρ φιλάνθρωπος δεσπότης, ἐπειδὴ δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν ὁμολογίαν ἅπαντα ὑπέμειναν καὶ μέχρις αἵματος ἀντικατέστησαν πρὸς τὴν ἁμαρτίαν ἀποδυσάμενοι, βουλόμενος αὐτοὺς καὶ διὰ τούτου λαμπροτέρους ἀποφῆναι καὶ τὴν δόξαν αὐτῶν ἐπὶ πλέον αὐξῆσαι καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ, εἰς τιμὴν αὐτῶν τοῖς μετὰ πίστεως προσιοῦσι τὰς δωρεὰς φιλοτιμεῖται.