Ancient Greek · ~3 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.8
Not analysed yet
Καὶ ὅτι οὐ ῥήματα μόνον εἰσὶ τὰ παρ' ἡμῶν λεγόμενα ἀλλὰ καὶ αὐτὴ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα, καὶ ὑμεῖς εὖ οἶδ' ὅτι ἐρεῖτε καὶ μαρτυρήσετε. Ποία γὰρ γυνὴ ἐν ἀποδημίᾳ τὸν ἄνδρα ἔχουσα καὶ δυσχεραίνουσα ἐπὶ τῷ χωρισμῷ, παραγενομένη ἐνταῦθα καὶ διὰ τῶν ἁγίων μαρτύρων τὴν ἱκεσίαν προσαγαγοῦσα τῷ τῶν ὅλων δεσπότῃ, οὐχὶ θᾶττον ἐπανήγαγε τοῦτον ἐκ τῆς μακρᾶς ἀποδημίας; καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε;