Ancient Greek · ~3 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.5
Not analysed yet
Καθάπερ γὰρ ἐκείναις ταῖς ἀσωμάτοις δυνάμεσιν ἓν τοῦτο μόνον ἔργον ἐστὶ τὸ διὰ παντὸς ὑμνεῖν τὸν τῶν ὅλων δημιουργόν, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ θαυμάσιοι οὗτοι ἄνδρες καὶ τοῦ σώματος τὴν χρείαν παραμυθοῦνται διὰ τὸ σαρκὶ συμπεπλέχθαι, καὶ τὸν ἄλλον ἅπαντα χρόνον τοῖς ὕμνοις καὶ ταῖς εὐχαῖς προσανέχουσι, πολλὰ χαίρειν εἰπόντες ταῖς βιωτικαῖς φαντασίαις καὶ διὰ τῆς ἀρίστης αὐτῶν πολιτείας τοὺς ὑπηκόους εἰς τὴν οἰκείαν μίμησιν ἐναγαγεῖν σπουδάζουσι. Τίς ἂν οὖν κατ' ἀξίαν τούτους μακαρίσειεν ὅτι τῆς ἔξωθεν παιδεύσεως μὴ μετέχοντες τὴν ἀληθῆ σοφίαν ἐπαιδεύθησαν, δεικνύντες ἐκεῖνο τὸ ἀποστολικὸν διὰ τῶν ἔργων πληρούμενον· «ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.»