Ancient Greek · ~4 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.6
Not analysed yet
Ὅταν γὰρ ἴδῃς τὸν ἰδιώτην τοῦτον καὶ ἄγροικον καὶ μηδὲν εἰδότα πλέον ἢ τὰ κατὰ τὴν γεωργίαν καὶ τὴν τῆς γῆς ἐπιμέλειαν τῶν μὲν παρόντων οὐδένα ποιούμενον λόγον, πρὸς δὲ τὰ ἐν τοῖς οὐρανοῖς ἀποκείμενα ἀγαθὰ ἐπτερωμένον τὴν διάνοιαν καὶ φιλοσοφεῖν ἐπιστάμενον περὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν καὶ ταῦτα μετὰ ἀκριβείας εἰδότα ἅπερ οἱ φιλόσοφοι καὶ μέγα ἐπὶ τῷ πώγωνι καὶ τῇ βακτηρίᾳ φρονοῦντες οὐδὲ φαντασθῆναί ποτε ἠδυνήθησαν, πῶς οὐκ ἐναργῆ λήψῃ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν; Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι; Τοῦτο γάρ ἐστι πίστις ὅταν τις τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα κἂν μὴ φαίνηται τούτοις τοῖς τοῦ σωμάτος ὀφθαλμοῖς, ἀξιοπιστότερα ἡγῆται τῶν φαινομένων καὶ πρὸ τῶν ὀφθαλμῶν κειμένων τῶν ἡμετέρων.