Ancient Greek · ~4 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.7
Not analysed yet
Οὕτως οἱ δίκαιοι πάντες εὐδοκίμησαν καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἠξιώθησαν. Οὕτως ὁ πατριάρχης Ἀβραὰμ ἀνεκηρύχθη παρὰ τοῦ δεσπότου, τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως παραδραμὼν καὶ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου πᾶσαν αὐτοῦ τείνας τὴν διάνοιαν. Διὸ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας γραφῆς· «Ἐπίστευσε γάρ, φησίν, Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Διὰ τοῦτο καὶ ἐκ προοιμίων ἀκούσας· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», μετὰ πολλῆς τῆς προθυμίας ὑπήκουσε καὶ τὸ ἐπιταχθὲν εἰς ἔργον ἤγαγε καὶ κατελίμπανε μὲν τὴν οἰκείαν γῆν ἔνθα κατασκηνώσας ἐτύγχανεν, ἐξείη δὲ οὐκ εἰδὼς ὅπου στήσεται. Ἀλλὰ τῶν δήλων καὶ ὡμολογημένων προετίμα τὸ κελευσθὲν παρὰ τοῦ δεσπότου καὶ οὐ μόνον οὐ περιεργάζετο τὸ πρόσταγμα οὐδὲ ἐταράττετο τὸν λογισμόν, ἀλλὰ πρὸς τὸ ἀξίωμα τοῦ κελεύσαντος ἀφορῶν, πάντα τὰ ἀνθρώπινα κωλύματα παραδραμών, ἑνὸς ἦν μόνου τοῦ μηδὲν ἐλλιπεῖν τῶν προσταχθέντων.