Ancient Greek · ~4 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.8
Not analysed yet
Ταῦτα δὲ ἐγίνετο οὐ διὰ τὸν δίκαιον μόνον ἵνα δειχθῇ αὐτοῦ τῆς πίστεως τὸ μέγεθος, ἀλλ' ἵνα καὶ ἡμεῖς ζηλωταὶ γενώμεθα τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν εὐγνώμονα ψυχήν, διὰ τοῦτο καθάπερ φωστῆρα λανθάνοντα καὶ κεκρυμμένον ἐβουλήθη εἰς τὴν Χαναναίαν αὐτὸν μεταστῆσαι ἵνα τοὺς αὐτόθι πλανωμένους καὶ ὑπὸ τοῦ τῆς ἀγνοίας σκότους ἔτι πεπηρωμένην ἔχοντας τὴν διάνοιαν, εἰς τὸν τῆς εὐσεβείας χειραγωγήσῃ λόγον. Ὃ δὴ καὶ γέγονε καὶ δι' ἐκείνου λοιπὸν οὐχ οἱ τὴν Παλαιστίνην μόνον οἰκοῦντες ἀλλὰ καὶ οἱ τὴν Αἴγυπτον ἐμάνθανον καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν καὶ τοῦ δικαίου τὴν ἀρετήν. Ὅρα γὰρ αὐτοῦ τῆς μεγαλοψυχίας τὴν ὑπερβολήν, ὅπως πτερωθεὶς ὑπὸ τοῦ περὶ τὸν Θεὸν πόθου οὐ μέχρι τῶν ὁρωμένων ἵστατο οὐδὲ τοῖς ἐπαγγελθεῖσι μόνον προσεῖχεν, ἀλλὰ τὰ μέλλοντα ἐφαντάζετο. Καὶ τοῦ Θεοῦ γῆν ἀντὶ γῆς ἐπαγγειλαμένου καὶ εἰπόντος· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», αὐτὸς καταλιπὼν τὰ αἰσθητὰ τῶν νοητῶν ἠφίετο.