Ancient Greek · ~7 min
Pg 155
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima) 155
Not analysed yet
αὕτη ἡ ὑπόσχεσις τῆς διὰ τοῦ λόγου· ὁ μὲν γὰρ ὑποσχόμενος λόγῳ πολλάκις τῇ γλώττῃ μὲν ἐπινεύει, τῇ γνώμῃ δὲ οὐκ ἐπινεύει· ὁ δὲ ἐπαινῶν τὰ εἰρημένα ἀπὸ ψυχῆς ποιεῖται τὴν συγκατάθεσιν. ἆρ' οὖν ἀπεσμήξατε τὴν γλῶσσαν ἀπὸ τῆς χαλεπῆς κηλῖδος; ἆρα ἐφυγαδεύσατε τὴν λύμην ἀπὸ τῆς ἱερᾶς ὑμῶν ψυχῆς; ἐγὼ στοχάζομαι, ὅτι ἀπεσμήξατε· καὶ γὰρ βασιλέα ὑποδέχεσθαι μέγαν μέλλετε καὶ διδασκαλίας ἀπολαῦσαι πολλῆς καὶ πνευματικῆς τῶν συνετωτέρων πατέρων. καὶ ὁ χρόνος δὲ ἱκανὸς καὶ ἡ δοθεῖσα προθεσμία πρὸς τὴν διόρθωσιν πρὸς τῷ τέλει λοιπόν ἐστι, καὶ ὑμεῖς εὐήνιοι καὶ καταπειθεῖς· "πείθεσθε γὰρ τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε", λέγει ὁ ἀπόστολος, καὶ ἐν παντὶ ὑπακούετε αὐτοῖς. ἀπὸ τούτων πάντων στοχαζόμενος νομίζω κατωρθῶσθαι τὸ πᾶν. ἀλλ' οὐκ ἐβουλόμην στοχάζεσθαι καὶ νομίζειν, ἀλλ' εἰδέναι σαφῶς· καὶ γὰρ ἂν προθυμότερον τῶν μυστικωτέρων ἡψάμην λόγων, τὴν φροντίδα ἀποθέμενος τὴν περὶ τῶν ὅρκων, καὶ μετὰ πλείονος ἀδείας ὑμᾶς ἐχειραγώγησα πρὸς τὴν φρικτὴν ταύτην μυσταγωγίαν, καὶ εἰσήγαγον ἂν εἰς τὰ ἄδυτα αὐτὰ καὶ ἔδειξα τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐκεῖ πάντα, οὐχὶ ὑδρίαν χρυσῆν μάννα ἔχουσαν, ἀλλὰ σῶμα τὸ δεσποτικόν, τὸν ἄρτον τὸν οὐράνιον. ἔδειξα ἂν ὑμῖν οὐ κιβωτὸν ξυλίνην λιθίνας ἔχουσαν πλάκας καὶ νόμον, ἀλλὰ σάρκα ἄμωμον καὶ ἁγίαν ἔχουσαν αὐτὸν τὸν νομοθέτην. ἔδειξα ἂν ἔνδον οὐ πρόβατον ἄμωμον ἐσφαγιασμένον, ἀλλὰ τὸν ἀμνὸν τοῦ θεοῦ τεθυμένον, θυσίαν μυστικήν, ἣν καὶ αὐτοὶ τρέμουσιν οἱ ἄγγελοι βλέποντες. ἔδειξα ἂν ὑμῖν οὐ τὸν Ἀαρὼν εἰσιόντα μετὰ χρυσῆς στολῆς, ἀλλὰ τὸν μονογενῆ εἰσιόντα, τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἔχοντα, αὐτῷ δεικνύντα τῷ πατρὶ τοῦ κατορθώματος τὸ μέγεθος· "οὐ γὰρ εἰς χειροποίητα", φησίν, "ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς