Ancient Greek
Pg 156
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima) 156
Not analysed yet
αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ". ἔστιν ἐκεῖ καταπέτασμα οὐχὶ τοιοῦτον, οἷον εἶχεν ὁ ναὸς ὁ Ἰουδαϊκός, ἀλλὰ πολὺ φρικωδέστερον. ἄκουσον γοῦν, οἷόν ἐστι τοῦτο τὸ καταπέτασμα, ἵνα μάθῃς οἷα μὲν ἐκεῖνα τὰ ἅγια τῶν ἁγίων, οἷα δὲ ταῦτα. "ἔχοντες", φησί, "πολλὴν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑτοῦ". εἶδες, πῶς τοῦτο ἐκείνου φρικωδέστερον τὸ καταπέτασμα; πρὸς ταῦτα ἐβουλόμην ὑμᾶς ἅπαντα μυσταγωγῆσαι τήμερον. Ἀλλὰ τί πάθω; οὐκ ἀφίησί με ἡ τῶν ὅρκων φροντὶς κατατήκουσά μου τὴν ψυχήν· καὶ οἶδα μέν, ὅτι πολλοὶ καταγνώσονται τὴν τῶν λεγομένων ὑπερβολήν, ἀκούσαντες ὅτι κατατήκει μου τὴν ψυχήν· καὶ γὰρ μικρὸν εἶναι νομίζουσι τὸ ἁμάρτημα· ἐγὼ δὲ διὰ τοῦτο μᾶλλον θρηνῶ. τὰ μὲν γὰρ ἄλλα τῶν ἁμαρτημάτων καὶ ἔστι χαλεπὰ καὶ νομίζεται εἶναι χαλεπά· οἷον ὁ φόνος καὶ ἡ μοιχεία καὶ ἔστι χαλεπὸν καὶ νομίζεται εἶναι χαλεπόν, ὁ δὲ ὅρκος ἔστι μὲν χαλεπόν, οὐ νομίζεται δὲ εἶναι χαλεπόν. διὰ τοῦτο θρηνῶ καὶ δέδοικα τὸ ἁμάρτημα· τοῦτο γάρ, τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, συγκεκαλυμμένην εἰσάγειν τὴν ἁμαρτίαν, καὶ ὥσπερ συνήθει τροφῇ δηλητήριον μιγνύς, οὕτω τῇ προλήψει τῶν ἀνθρώπων μηχανᾶται ἐγκατακρύψαι τὸν ὅρκον. τί οὖν εἰς τὸν ὅρκον ἅπασαν ἀναλώσομεν τὴν διδασκαλίαν καὶ τὸν χρόνον; οὐδαμῶς· καὶ γὰρ καὶ στοχάζομαι εἶναί τινας τοὺς κατωρθωκότας. ὥσπερ γὰρ τοῦ σπείροντος ἐξελθόντος οὐχ ἅπας ὁ σπόρος εἰς τὰς ἀκάνθας ἔπεσεν, οὐδὲ ἅπας εἰς τὰς πέτρας, ἀλλὰ πολλὰ καὶ εἰς τὴν γῆν κατηνέχθη τὴν καλήν, οὕτω καὶ νῦν ἀδύνατον τοσαύτης διδασκαλίας γενομένης ἐν πλήθει τοσούτῳ μηδένα εἶναι τὸν δυνάμενον ἐπιδείξασθαι τὸν καρπόν. οὐκοῦν ἐπειδὴ πολλοὶ μὲν κατώρθωσαν, οὔπω δὲ πάντες, μερίσωμεν καὶ ἡμεῖς τὸν λόγον. ἔδει μὲν