Ancient Greek · ~7 min
Pg 160
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima) 160
Not analysed yet
ποι λέγοντες ὅτι δοκήσει ἔπαθεν, εἰ μὴ τοσαύτη γέγονε βραδυτής, τί οὐκ ἂν εἶπον ἐκεῖνοι; οὐδὲ γὰρ τῷ λόγῳ τῆς ἀναστάσεως ὁ διάβολος ἐπιβουλεῦσαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τῇ πίστει τοῦ θανάτου· ᾔδει γάρ, ᾔδει σαφῶς ὅτι κοινὸν φάρμακον τῆς οἰκουμένης ὁ σωτήριος θάνατος ἦν καὶ ἐξελεῖν τοῦτον τῆς πίστεως τῶν ἀνθρώπων ἐσπούδαζεν, ἵνα ἀνέλῃ τὴν σωτηρίαν. διὰ τοῦτο βραδύνει ὁ δεσπότης ἐν τῇ ἀναστάσει καὶ προσέρχονται οἱ Ἰουδαῖοι λέγοντες· "Δὸς ἡμῖν στρατιώτας, ἵνα τηρήσωμεν τὸν τάφον". ὢ τῆς ἀναισχυντίας· πότε νεκρὸν εἶδες, ὦ Ἰουδαῖε, τηρούμενον; εἰ γὰρ κοινὸς νεκρὸς ἦν καὶ ψιλὸς ἄνθρωπος ὁ σταυρωθείς, τί ξένα καὶ παράδοξα ποιεῖς πράγματα; τί φοβεῖ καὶ τρέμεις καὶ φύλακας συνάγεις; πλὴν ἀλλ' οὐδὲ τοῦτο ἐκώλυσεν ὁ θεός, ἀλλ' ἀφῆκε φυλάττεσθαι, ἵνα ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συλληφθῇ ὁ ἁμαρτωλός. ἐκεῖνοι μὲν γὰρ ἔλεγον· "Δὸς ἡμῖν στρατιώτας, ἵνα μὴ κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ εἴπωσιν ὅτι ἀνέστη". συνέβη δὲ τοὐναντίον· ἔλαβον γὰρ στρατιώτας, ἵνα μὴ ἀναστάντος αὐτοῦ λέγωσιν, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ οὐκ ἀνέστη, καὶ τὰ κατὰ τῆς ἀναστάσεως σκευωρούμενα ὑπὲρ τῆς ἀναστάσεως γέγονε καὶ τοὺς ἐπιβούλους αὐτοὺς μάρτυρας ἐποίησε τῆς ἀναστάσεως ὁ Χριστός, ἵνα ἐκκόψῃ τὴν ἀπολογίαν αὐτῶν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Τίνος μὲν οὖν ἕνεκεν ἐν τῷ καιρῷ τούτῳ μυσταγωγεῖσθαι ἐκέλευσαν οἱ πατέρες, ἱκανῶς (οἶμαι ἔγωγε) διὰ τῶν εἰρημένων ὑμῖν παρεστήσαμεν. βούλομαι δὲ καὶ ἕτερον ὑμῖν ἀποδοῦναι χρέος, εἰ μὴ πρὸς τὴν ἀκρόασιν ἀπεκάμετε, καὶ εἰπεῖν, τίνος ἕνεκεν γυμνοὺς καὶ ἀνυποδέτους ὑμᾶς πρὸς τὰς τῶν ἐξορκιζόντων ἐντεῦθεν παραπέμπομεν φωνάς· καὶ γὰρ καὶ ἐνταῦθα ἡ αὐτὴ αἰτία φανεῖται πάλιν, ὅτι πόλεμον νικήσας ὁ βασιλεὺς αἰχμαλώτους ἔλαβε. τοιοῦτον δὲ τῶν αἰχμαλώτων τὸ σχῆμα. ἄκουσον γοῦν, τί