Ancient Greek
Pg 161
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima) 161
Not analysed yet
φησι πρὸς τοὺς Ἰουδαίους ὁ θεός· "ὃν τρόπον ἐπορεύθη ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, οὕτως πορεύσονται υἱοὶ Ἰσραὴλ εἰς τὴν αἰχμαλωσίαν γυμνοὶ καὶ ἀνυπόδετοι". βουλόμενος τοίνυν ἀναμνῆσαί σε τῆς προτέρας τοῦ διαβόλου τυραννίδος διὰ τοῦ σχήματος παραπέμπει σε πρὸς τὴν μνήμην τῆς δυσγενείας τῆς παλαιᾶς. διὰ τοῦτο οὐχὶ γυμνοὶ καὶ ἀνυπόδετοι μόνον ἑστήκατε, ἀλλὰ καὶ τὰς χεῖρας ὑπτίας ἔχοντες, ἵνα καὶ τὴν μετὰ ταῦτα ὁμολογῆτε τοῦ θεοῦ δεσποτείαν, ᾗ νῦν προσέρχεσθε. σκῦλα ἐστὲ καὶ λάφυρα πάντες ὑμεῖς· καὶ τῶν σκύλων τούτων ὁ Ἡσαΐας μέμνηται πόρρωθεν πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προαναφωνῶν οὕτως· "αὐτὸς τοῦ ἰσχυροῦ μεριεῖται σκῦλα". καὶ πάλιν· "ἦλθε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν". ὁ Δαυὶδ δὲ μετὰ τούτου τὴν αἰχμαλωσίαν ταύτην προφητεύων ἔλεγεν· "ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν". ἀλλὰ μὴ στυγνάσῃς ἀκούων αἰχμαλωσίαν· οὐδὲν γὰρ ταύτης τῆς αἰχμαλωσίας μακαριώτερον. ἡ μὲν γὰρ τῶν ἀνθρώπων αἰχμαλωσία ἀπὸ ἐλευθερίας εἰς δουλείαν ἄγει, αὕτη δὲ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησι· καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀποστερεῖ πατρίδος καὶ πρὸς τὴν ξένην ἄγει, αὕτη δὲ ἡ αἰχμαλωσία ἐκβάλλει τῆς ξένης καὶ ἄγει πρὸς τὴν πατρίδα, τὴν ἄνω Ἱερουσαλήμ. ἡ τῶν ἀνθρώπων αἰχμαλωσία ἀποστερεῖ μητρός, αὕτη δὲ πρὸς τὴν μητέρα σε ἄγει τὴν κοινὴν πάντων ἡμῶν. ἐκείνη καὶ συγγενῶν καὶ πολιτῶν διαζεύγνυσιν, αὕτη δὲ πρὸς τοὺς πολίτας ἄγει τοὺς ἄνω· καὶ γὰρ "συμπολῖται ἐστέ" φησι "τῶν ἁγίων". τὸ μὲν οὖν σχῆμα τοῦτον ἔχει τὸν λόγον. Τίνος δὲ ἕνεκεν αἱ τῶν ἐξορκιστῶν φωναί, αἱ φοβεραὶ ἐκεῖναι καὶ φρικώδεις, ἀναμιμνήσκουσί σε τοῦ κοινοῦ δεσπότου, τῆς κολάσεως, τῆς τιμωρίας, τῆς γεέννης; διὰ τὴν ἀναισχυντίαν τῶν δαιμόνων. καὶ γὰρ πρόβατον ἀσφράγιστον ὁ κατηχούμενός ἐστι καὶ πανδοχεῖον ἔρημον καὶ ἀθύρωτον καταγώγιον πᾶσι προκείμενον