Ancient Greek · ~6 min
Pg 163
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima) 163
Not analysed yet
κεκρυμμένον, ἕλκος ἀφανές, νομὴ συνεσκιασμένη καὶ τὸν ἰὸν ἐπὶ τὴν ψυχὴν ἄγουσα· βέλος σατανικόν, ἀκόντιον πεπυρωμένον, μάχαιρα δίστομος, ῥομφαία ἠκονημένη, ἁμαρτία ἀσύγγνωστος, παρανομία ἀπολογίαν οὐκ ἔχουσα, βάραθρον βαθύ, κρημνὸς ἀπότομος, παγὶς ἰσχυρά, δίκτυον ἐκτεταμένον, δεσμὸς λυθῆναι μὴ δυνάμενος, βρόχος ἀδιεξόδευτος. ἆρα ἀρκεῖ ταῦτα καὶ πιστεύετε, ὅτι δεινὸν ὁ ὅρκος καὶ πάντων ἁμαρτημάτων χαλεπώτερον; πείσθητέ μοι, πείσθητε, παρακαλῶ· εἰ δέ τις ἀπιστεῖ, καὶ τὴν ἀπόδειξιν ἤδη παρέχομαι· ὅπερ γὰρ οὐδεμία ἁμαρτία κέκτηται, τοῦτο αὕτη ἡ ἁμαρτία ἔχει. τὰς μὲν γὰρ ἄλλας ἐντολὰς μὴ παραβαίνοντες ἀπαλλαττόμεθα τιμωρίας, τὸν δὲ ὅρκον πολλάκις καὶ φυλάττοντες καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. τάχα οὐκ ἐνοήσατε τὸ λεχθέν; οὐκοῦν ἀνάγκη σαφέστερον αὐτὸ πάλιν εἰπεῖν. πολλάκις τις ὤμοσε πρᾶξαι πρᾶγμα παράνομον καὶ ἐνέπεσεν εἰς βρόχον ἄλυτον· ἀνάγκη γὰρ λοιπὸν ἢ φυλάξαντα τὸν ὅρκον παρανομεῖν, ἢ μὴ φυλάξαντα τὸν ὅρκον ἐγκλήματι ἐπιορκίας ἁλῶναι· καὶ γέγονεν ἑκατέρωθεν βαθὺς ὁ κρημνός, ἑκατέρωθεν ὁ θάνατος ἀπαραίτητος καὶ φυλάττουσι τὴν ἐντολὴν καὶ μὴ φυλάττουσιν. ἆρα ἔστιν ὀλεθριώτερόν τι τοῦ πλημμελήματος τούτου, ὅταν φυλάττηται καὶ μὴ φυλάττηται; Καὶ ἵνα μάθητε, ὅτι τοῦτο οὕτως ἐστὶ καὶ πολλοὶ πολλάκις οὐχὶ παραβάντες τὸν ὅρκον μόνον, ἀλλὰ καὶ φυλάξαντες τὸν ὅρκον κολάσει ἑαυτοὺς ὑπευθύνους ἐποίησαν, ἐγὼ διήγημα τοιοῦτον ὑμῖν ἐρῶ. ὁ Ἡρώδης γενέσιά ποτε ἐπετέλει καὶ τὴν ἡμέραν ἦγεν, ἐν ᾗ ἐτέχθη· καὶ βουλόμενος αὐτὴν ποιῆσαι λαμπρὰν εἰσήγαγεν ὀρχήσασθαι τὴν θυγατέρα τῆς βασιλίδος, οὐκ εἰδὼς ὅτι μᾶλλον αὐτὴν κατῄσχυνε· καὶ γὰρ δέον εὐχαριστῆσαι τῷ φιλανθρώπῳ θεῷ, ὅτι οὐκ ὄντα αὐτὸν ἐποίησεν, ὅτι ψυχὴν ἔδωκεν, ὅτι αὐτὸν εἰσήγαγεν εἰς τὸ σεμνὸν τοῦτο τῆς κτίσεως θέατρον, ὅτι