Ancient Greek
Pg 164
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima) 164
Not analysed yet
θεατὴν ἐποίησε τῆς δημιουργίας τῆς καλλίστης ταύτης καὶ θαυμαστῆς, δέον ὕμνοις καὶ εὐχαριστίαις ταῖς εἰς τὸν δεσπότην τιμῆσαι τὴν ἡμέραν, ὁ δὲ τῇ ἀτιμίᾳ ἐτίμησεν. τί γὰρ ὀρχήσεως ἀτιμότερον; κατὰ ταύτην τὴν ἡμέραν ὠρχήσατο ἡ θυγάτηρ Ἡρωδιάδος. ἀκούσατε, καὶ ἄνδρες καὶ γυναῖκες, ὅσοι τοιούτοις ὀρχήμασι καὶ τοιούτοις ᾄσμασι τὰ ἄριστα τιμᾶτε τὰ ἑαυτῶν· οὐκ ἔστι ταῦτα μικρὰ τὰ κακά, εἰ καὶ δοκεῖ ἀδιάφορα εἶναι· διὰ γὰρ τοῦτό ἐστι μεγάλα κακά, ἐπειδὴ ἀδιάφορα εἶναι δοκεῖ· οὐδὲ γὰρ πολλῆς ἀπολαύει τῆς προνοίας· τὸ μὲν γὰρ μέγα νόσημα καὶ ἐπιμελείας τυγχάνον σβέννυται, τὸ δὲ μικρὸν εἶναι δοκοῦν, δι' αὐτὸ τοῦτο καταφρονούμενον, μέγα γίνεται. τί λέγεις; εἰς οἰκίαν πιστοῦ τολμᾷ τις ὄρχησιν εἰσάγειν καὶ οὐ δέδοικε, μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ πάντα; ταῦτα καὶ πρὸς τὰς γυναῖκας λέγω, ἵνα καὶ τοὺς ἄνδρας σωφρονίζωσι καὶ τῆς τοιαύτης ἀπαγάγωσι τέρψεως. κατὰ ταύτην τὴν ἡμέραν εἰσῆλθε καὶ ὠρχήσατο ἡ θυγάτηρ τῆς βασιλίδος. εὐλογητὸς ὁ θεός· πρὸς ὅσην σωφροσύνην τὸν βίον ἡμῶν μετέβαλεν. ἀκούσατε οἱ πιστοί, ποίῳ προσέρχεσθε νυμφίῳ, ὃς τὴν ζωὴν ἡμῶν ἀσχημονοῦσαν πρὸ τούτου κατεκόσμησεν αἰδοῖ καὶ σωφροσύνῃ καὶ σεμνότητι· ἃ γὰρ ἡ βασιλὶς τότε οὐκ ἐπῃσχύνετο πρᾶξαι, νῦν θεραπαινίδιον εὐτελὲς οὐκ ἂν ἕλοιτο ὑπομεῖναι. ὠρχήσατο τοίνυν ἐκείνη καὶ μετὰ τὴν ὄρχησιν ἑτέραν ἁμαρτίαν χαλεπωτέραν ἔπραξεν· ἔπεισε γὰρ τὸν ἀνόητον ἐκεῖνον ὁμολογῆσαι αὐτῇ μεθ' ὅρκου δοῦναι ὃ ἂν αἰτήσῃ. ὁρᾷς, ὅπως καὶ ἀνοήτους ὁ ὅρκος ποιεῖ; ὅπερ ἐὰν αἰτήσῃ, ἁπλῶς ὤμοσε δοῦναι. τί οὖν, εἰ τὴν κεφαλὴν ᾔτησε τὴν σήν; τί δέ, εἰ τὴν βασιλείαν ἅπασαν; πλὴν ἀλλ' οὐδὲν τούτων ἐκεῖνος σύνοιδεν. ἐφειστήκει γὰρ ὁ διάβολος τὴν παγίδα ποιῶν ἰσχυράν, καὶ