Ancient Greek · ~2 min
Pg 166
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima) 166
Not analysed yet
Τοῦ αὐτοῦ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι κατήχησις ἐσχάτη. Λόγος γʹ. Ἐσχάτη τῆς κατηχήσεως ἡ σήμερον ἡμέρα· διὸ καὶ ὁ πάντων ἔσχατος εἰς τὴν ἐσχάτην ἀφῖγμαι· ἀφῖγμαι δὲ ἔσχατος ἀπαγγέλλων ὑμῖν, ὅτι μετὰ δύο ἡμέρας ὁ νυμφίος ἔρχεται. ἀλλὰ διανάστητε καὶ τὰς λαμπάδας ἀνάψατε καὶ φαιδρῷ τῷ φωτὶ τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξασθε. ἀνάστητε καὶ γρηγορήσατε· οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλὰ μέσον τῶν νυκτῶν ὁ νυμφίος