Ancient Greek
Pg 167
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima) 167
Not analysed yet
πρὸς ὑμᾶς ἔρχεται· καὶ γὰρ τῆς νυμφαγωγίας τοῦτο τὸ ἔθος, ἐν ἑσπέρᾳ βαθείᾳ τὰς νύμφας παραδίδοσθαι τοῖς νυμφίοις. ἀλλὰ μὴ παραδράμητε ἁπλῶς τὸ ῥῆμα ἀκούσαντες, ὅτι νυμφίος ἔρχεται· μέγα γὰρ ὄντως καὶ πολλῆς γέμον φιλανθρωπίας. οὐχὶ τὴν φύσιν τῶν ἀνθρώπων πρὸς αὐτὸν ἀπελθεῖν ἐκέλευσεν, ἀλλ' αὐτὸς πρὸς ἡμᾶς παρεγένετο· καὶ γὰρ οὕτως γάμων ὁ νόμος, τὸν νυμφίον ἔρχεσθαι πρὸς τὴν νύμφην, κἂν ὁ μὲν εὐπορώτατος ᾖ, ἡ δὲ εὐτελὴς καὶ ἀπερριμμένη. ἀλλ' ἐπ' ἀνθρώπων μὲν οὐδὲν θαυμαστὸν τοῦτο γίνεσθαι· κἂν γὰρ τῆς ἀξίας πολὺ τὸ διάφορον ᾖ, ἀλλὰ τῆς φύσεως οὐδέν ἐστι τὸ μέσον· κἂν γὰρ εὔπορος ὁ νυμφίος, πτωχὴ δὲ ἡ νύμφη καὶ εὐτελής, ἀλλὰ τῆς αὐτῆς ἀμφότεροι φύσεως. ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τὸ θαῦμά ἐστιν, ὅτι θεὸς ὢν καὶ τῆς μακαρίας καὶ ἀκηράτου οὐσίας ἐκείνης (ἴστε δὲ ὅσον τὸ μέσον θεοῦ πρὸς ἀνθρώπους) κατηξίωσε πρὸς τὴν ἡμετέραν φύσιν ἐλθεῖν· καὶ τὸν πατρῷον οἶκον ἀφεὶς οὐ τῇ μεταβάσει, ἀλλὰ τῇ κατὰ τὴν σάρκα οἰκονομίᾳ πρὸς τὴν νύμφην ἔδραμε. τοῦτο γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος εἰδὼς καὶ θαυμάσας τῆς κηδεμονίας καὶ τῆς τιμῆς τὴν ὑπερβολὴν ἀνέκραγε μέγα καὶ εἶπεν· "ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν". Καὶ τί θαυμαστόν, εἰ πρὸς τὴν νύμφην ἦλθεν, ὅπου γε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ αὐτῆς οὐ παρῃτήσατο; καίτοι γε οὐδεὶς νυμφίος ὑπὲρ νύμφης ψυχὴν ἔθηκεν· οὐδεὶς γάρ, οὐδεὶς ἐραστής, κἂν σφόδρα ᾖ μανικός, οὕτω τῆς ἐρωμένης περικαίεται τῆς ἑαυτοῦ, ὡς ὁ θεὸς τῆς σωτηρίας τῶν ἡμετέρων ἐφίεται ψυχῶν. "κἂν ἐμπτυσθῆναι δέῃ", φησίν, "κἂν ῥαπισθῆναι, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν σταυρόν, οὐδὲ σταυρωθῆναι παραιτήσομαι, ὥστε τὴν νύμφην λαβεῖν". ταῦτα δὲ ἔπασχε καὶ ὑπέμεινεν οὐχὶ τὸ κάλλος αὐτῆς θαυμάσας· οὐδὲν γὰρ ταύτης αἰσχρότερον οὐδὲ ἀτερπέστερον ἦν πρὸ τούτου. ἄκουσον γοῦν, πῶς ὁ Παῦλος τὴν ἀμορφίαν αὐτῆς καὶ τὴν αἰσχρότητα διαγράφει· "ἦμεν γάρ ποτε καὶ ἡμεῖς