Ancient Greek · ~7 min
Pg 168
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima) 168
Not analysed yet
ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, στυγητοί, μισοῦντες ἀλλήλους". ἀλλήλους ἐμισοῦμεν (τοσαύτη τῆς κακίας ἦν ἡ ὑπερβολή), ὁ δὲ θεὸς ἡμᾶς τοὺς ἀλλήλους μισοῦντας οὐκ ἐμίσησεν, ἀλλὰ τοὺς ἐν αἰσχρότητι τοσαύτῃ, τοὺς ἐν ἀμορφίᾳ ὄντας ψυχῆς, τούτους διέσωσε. καὶ ἐλθὼν καὶ εὑρὼν τὴν μέλλουσαν αὐτῷ νυμφαγωγεῖσθαι γυμνὴν καὶ ἀσχημονοῦσαν ἱμάτιον αὐτὴν περιέβαλε καθαρὸν καὶ οὗ τὴν λαμπρότητα καὶ τὴν δόξαν οὐδεὶς οὐ λόγος οὐ νοῦς παραστῆσαι δυνήσεται. πῶς εἴπω; ὡς ἱμάτιον ἑαυτὸν ἡμῖν περιέβαλεν· "ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε". τοῦτο τὸ ἱμάτιον ἄνωθεν ἰδὼν προφητικοῖς ὀφθαλμοῖς ὁ Δαυὶδ ἐβόα καὶ ἔλεγε· "παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου". βασίλισσα ἀθρόον γέγονεν ἡ πτωχὴ καὶ ἀπερριμμένη καὶ πλησίον ἕστηκε τοῦ βασιλέως, καὶ καθάπερ νυμφίον καὶ νύμφην ἐν ἱερᾷ παστάδι ἑστῶτας οὕτω δείκνυσι τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ὁ προφήτης· "ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη". ἰδοὺ καὶ τὸ ἱμάτιον εἶπέ σοι· εἶτα, ἵνα μὴ χρυσὸν ἀκούσας πρὸς τὰ αἰσθητὰ καταπέσῃς, ἀνάγει σου τὴν διάνοιαν καὶ παραπέμπει πρὸς τὴν τῶν νοητῶν θεωρίαν ἐπάγων καὶ λέγων· "πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν". βούλει καὶ τὰ ὑποδήματα αὐτῆς ἰδεῖν; οὐδὲ ταῦτα ἀπὸ αἰσθητῆς ὕλης ἐστὶν ἐρραμμένα, οὐδὲ ἀπὸ κοινῶν συγκείμενα δερμάτων, ἀλλ' ἀπὸ εὐαγγελίου καὶ εἰρήνης· "ὑποδήσασθε" γάρ φησι "τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης". θέλεις σοι δείξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγγέλων; πλὴν ἀλλ' ἐπιλαβώμεθα τῆς χειρὸς τοῦ νυμφαγωγοῦ Παύλου, ὃς τὸ πλῆθος διατεμὼν εἰσαγαγεῖν ἡμᾶς πρὸς αὐτὴν δυνήσεται. τί οὖν οὗτος φησίν; "οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι". εἶδες αὐτῆς τὸ σῶμα καθαρὸν καὶ φαιδρόν; εἶδες ὡραίαν ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσαν ἀκτῖνας·